Matthew 16:13-16

13Ἐλθὼν δὲ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων·
 Τίνα = WH Treg NA/NIV: || Τίνα με = RP
Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;
14οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἕνα τῶν προφητῶν. 15λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ χριστὸς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
Copyright information for SBLG